Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.47 Joseph. AJ 5.52 (English) >>Joseph. AJ 5.57

5.49

Γεβεωνῖται δὲ κατοικοῦντες ἔγγιστα τοῖς Ἱεροσολύμοις τά τε τοῖς Ἱεριχουντίοις συμβεβηκότα πάθη καὶ τὰ τοῖς Ναϊτίνοις ὁρῶντες καὶ πρὸς σφᾶς μεταβήσεσθαι τὸ δεινὸν ὑπονοοῦντες, Ἰησοῦν μὲν παρακαλεῖν οὐ διέγνωσαν· οὐδὲ γὰρ τεύξεσθαί τινος τῶν μετρίων ὑπελάμβανον ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων ἔθνους παντὸς πολεμοῦντος αὐτούς· 5.50Κεφηρίτας δὲ καὶ Καριαθιαριμίτας γείτονας ὄντας αὐτοῖς ἐπὶ συμμαχίαν παρεκάλουν, οὐδʼ αὐτοὺς διαφεύξεσθαι τὸν κίνδυνον λέγοντες, εἰ φθάσαιεν αὐτοὶ ληφθέντες ὑπὸ τῶν Ἰσραηλιτῶν, συνασπίσαντας δὲ αὐτοῖς διέγνωσαν διαδρᾶναι τὴν δύναμιν αὐτῶν. 5.51προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει. 5.52οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον· 5.53τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον. 5.54στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.47 Joseph. AJ 5.52 (English) >>Joseph. AJ 5.57

Powered by PhiloLogic